Langue   

Εἰς λύραν (Ode n. 1)

Anacreonte‎ / Ἀνακρέων
Langue: grec ancien




Θέλω λέγειν Ἀτρείδας,‎
θέλω δὲ Κάδμον ἄιδειν,‎
ὁ βάρβιτος δὲ χορδαῖς
ἔρωτα μοῦνον ἠχεῖ.‎

ἤμειψα νεῦρα πρώην
καὶ τὴν λύρην ἅπασαν·
κἀγὼ μὲν ἦιδον ἄθλους
Ἡρακλέους, λύρη δέ
ἔρωτας ἀντεφώνει.‎

χαίροιτε λοιπὸν ἡμῖν,‎
ἥρωες· ἡ λύρη γάρ‎
μόνους ἔρωτας ἄιδει.‎



Page principale CCG

indiquer les éventuelles erreurs dans les textes ou dans les commentaires antiwarsongs@gmail.com




hosted by inventati.org