Langue   

Romano il Melode / Ῥωμανός ὁ Μελωδός: Ἐπιτάφιος θρῆνος Δ', Στάσις Πρώτη, Ἀποσπάσμα·Ἡ ζωή ἐν τάφῳ / Lamentazione sul sepolcro ΙV, Prima Stasi, Frammento: Il Signore nel sepolcro

GLI EXTRA DELLE CCG / AWS EXTRAS / LES EXTRAS DES CCG
Langue: grec ancien




Ὴ ζωή ἐν τάφῳ
κατετέθης, Χριστέ,
καὶ ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Ὴ ζωή ἐν τάφῳ
κατετέθης, Χριστέ,
καὶ ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.


Ὴ ζωὴ πῶς θνῄσκεις;
πῶς καὶ τάφῳ οἰκεῖς;
τοῦ θανάτου τὸ βασίλειον λύεις δε
καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾶς.

Ὴ ζωὴ πῶς θνῄσκεις;
πῶς καὶ τάφῳ οἰκεῖς;
τοῦ θανάτου τὸ βασίλειον λύεις δε
καὶ τοῦ ᾍδου τοὺς νεκροὺς ἐξανιστᾶς.


Μεγαλύνομέν σε,
'Ιησοῦ Βασιλεῦ,
καὶ τιμῶμεν τὴν ταφὴν καὶ τὰ πάθη σου,
δι' ὧν ἔσωσας ἡμάς ἐκ τῆς φθορᾶς.

Μεγαλύνομέν σε,
'Ιησοῦ Βασιλεῦ,
καὶ τιμῶμεν τὴν ταφὴν καὶ τὰ πάθη σου,
δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.


Μετὰ τῶν κακούργων
ὡς κακοῦργος, Χριστέ,
ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας,
κακουργίας τοῦ ἀρχαίου Πτερνιστοῦ.

Μετὰ τῶν κακούργων
ὡς κακοῦργος, Χριστέ,
ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας,
κακουργίας τοῦ ἀρχαίου Πτερνιστοῦ.


'Ο ὡραῖος κάλλει
παρὰ πάντας βροτούς
ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,
ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.

'Ο ὡραῖος κάλλει
παρὰ πάντας βροτούς
ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,
ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.


Δακρυρρόους θρήνους
ἐπί σέ ἡ 'Αγνή
μητρικώς, ὦ 'Ιησοῦ, ἐπιρραίνουσα,
ἀνεβόα πῶς κηδεύσω σε, Ὑιέ;

Δακρυρρόους θρήνους
ἐπί σέ ἡ 'Αγνή
μητρικώς, ὦ 'Ιησοῦ, ἐπιρραίνουσα,
ἀνεβόα πῶς κηδεύσω σε, Ὑιέ;



Page principale CCG

indiquer les éventuelles erreurs dans les textes ou dans les commentaires antiwarsongs@gmail.com




hosted by inventati.org