Lingua   

Εἰς ἑαυτόν (Ode n. 9)

Anacreonte‎ / Ἀνακρέων
Lingua: Greco antico




Ἄφες με, τοὺς θεούς σοι,‎
πιεῖν, πιεῖν ἀμυστί·
θέλω, θέλω μανῆναι.‎
ἐμαίνετ᾽ Ἀλκμέων τε

χὠ λευκόπους Ὀρέστης
τὰς μητέρας κτανόντες·
ἐγὼ δὲ μηδένα κτάς,‎
πιὼν δ᾽ ἐρυθρὸν οἶνον
θέλω, θέλω μανῆναι.‎

ἐμαίνετ᾽ Ἡρακλῆς πρίν,‎
δεινὴν κλονῶν φαρέτρην
καὶ τόξον Ἰφίτειον·
ἐμαίνετο πρὶν Αἴας,‎
μετ᾽ ἀσπίδος κραδαίνων

τὴν Ἕκτορος μάχαιραν·
ἐγὼ δ᾽ ἔχων κύπελλον
καὶ στέμμα τοῦτο χαίτης
‎{οὐ τόξον, οὐ μάχαιραν,}‎
θέλω, θέλω μανῆναι.‎



Pagina principale CCG

Segnalate eventuali errori nei testi o nei commenti a antiwarsongs@gmail.com




hosted by inventati.org